Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.152 Joseph. AJ 3.157 (English) >>Joseph. AJ 3.161

3.155καὶ λαβοῦσα τὴν ἀρχὴν τῆς ἑλίξεως κατὰ στέρνον καὶ περιελθοῦσα πάλιν δεῖται, καὶ κέχυται μὲν πολλὴ μέχρι καὶ τῶν σφυρῶν ἕως οὗ μηδὲν ἱερεὺς ἐνεργεῖ, πρὸς γὰρ εὐπρέπειαν οὕτως ἔχει τοῖς ὁρῶσι καλῶς, ὅταν δὲ σπουδάζειν περὶ τὰς θυσίας δέῃ καὶ διακονεῖν, ὅπως μὴ κινουμένης ἐμποδίζηται πρὸς τὸ ἔργον, ἀναβαλόμενος ἐπὶ τὸν λαιὸν ὦμον φέρει. 3.156Μωυσῆς μὲν οὖν ἀβαΐθ αὐτὴν ἐκάλεσεν, ἡμεῖς δὲ παρὰ Βαβυλωνίων μεμαθηκότες ἐμίαν αὐτὴν καλοῦμεν· οὕτως γὰρ προσαγορεύεται παρʼ αὐτοῖς. οὗτος χιτὼν κολποῦται μὲν οὐδαμόθεν, λαγαρὸν δὲ παρέχων τὸν βροχωτῆρα τοῦ αὐχένος ἁρπεδόσιν ἐκ τῆς ὤας καὶ τῶν κατὰ στέρνον καὶ μετάφρενον ἠρτημέναις ἀναδεῖται ὑπὲρ ἑκατέραν κατακλεῖδα· μασσαβάνης καλεῖται. 3.157

Ὑπὲρ δὲ τῆς κεφαλῆς φορεῖ πῖλον ἄκωνον οὐ διικνούμενον εἰς πᾶσαν αὐτὴν ἀλλʼ ἐπʼ ὀλίγον ὑπερβεβηκότα μέσης· καλεῖται μὲν μασναεφθῆς, τῇ δὲ κατασκευῇ τοιοῦτός ἐστιν ὡς στεφάνη δοκεῖν ἐξ ὑφάσματος λινέου ταινία πεποιημένη παχεῖα· καὶ γὰρ ἐπιπτυσσόμενον ῥάπτεται πολλάκις. 3.158ἔπειτα σινδὼν ἄνωθεν αὐτὸν ἐκπεριέρχεται διήκουσα μέχρι μετώπου τήν τε ῥαφὴν τῆς ταινίας καὶ τὸ ἀπʼ αὐτῆς ἀπρεπὲς καλύπτουσα καὶ ὅλη δὲ τῷ κρανίῳ γιγνομένη ἐπίπεδον· ἥρμοσται δὲ ἀκριβῶς, ὡς ἂν μὴ περιρρυείη πονοῦντος περὶ τὴν ἱερουργίαν. καὶ ὁποία μέν ἐστιν τῶν πολλῶν ἱερέων στολὴ δεδηλώκαμεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.152 Joseph. AJ 3.157 (English) >>Joseph. AJ 3.161

Powered by PhiloLogic